Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 25.95 | Dem. 25.98 (English) | >>Dem. 25.101 |
25.97Λυκοῦργος μὲν οὖν τὴν Ἀθηνᾶν ἐμαρτύρετο καὶ τὴν μητέρα τῶν θεῶν , καὶ καλῶς ἐποίει . ἐγὼ δὲ τοὺς προγόνους τοὺς ὑμετέρους καὶ τὰς ἀρετὰς τὰς ἐκείνων ἀνακαλῶ , ὧν οὐδʼ ὁ χρόνος τὴν μνήμην ἠφάνικεν , εἰκότως · ἐπολιτεύοντο γὰρ οὐχὶ τοῖς πονηροτάτοις καὶ συκοφάνταις συνεργεῖν διδόντες ἑαυτούς , οὐδὲ τὸν ἐντὸς τείχους φθόνον ἀσκοῦντες ἐπʼ ἀλλήλους , ἀλλὰ καὶ τῶν ῥητόρων καὶ τῶν ἰδιωτῶν τοὺς μὲν σώφρονας καὶ χρηστοὺς τιμῶντες , τοὺς δὲ πονηροὺς καὶ θρασεῖς μισοῦντες καὶ κολάζοντες . ἐξ ὧν πάντες ἀθληταὶ τῶν καλῶν ἔργων ἐγένοντο .
ἓν δʼ εἰπὼν ἔτι παύσασθαι βούλομαι . ἔξιτʼ αὐτίκα δὴ μάλʼ ἐκ τοῦ δικαστηρίου , θεωρήσουσι δʼ ὑμᾶς οἱ περιεστηκότες καὶ ξένοι καὶ πολῖται , καὶ κατʼ ἄνδρʼ εἰς ἕκαστον τὸν παριόντα βλέψονται καὶ φυσιογνωμονήσουσι τοὺς ἀπεψηφισμένους . τί οὖν ἐρεῖτʼ , ὦ ἄνδρες Ἀθηναῖοι , εἰ προέμενοι τοὺς νόμους ἔξιτε ; ποίοις προσώποις ἢ τίσιν ὀφθαλμοῖς πρὸς ἕκαστον τούτων ἀντιβλέψεσθε ;
25.99πῶς δʼ εἰς τὸ μητρῷον βαδιεῖσθε , ἄν τι βούλησθε ; οὐ γὰρ δήπου καθʼ ἕνʼ ὑμῶν ἕκαστος ὡς ἐπὶ κυρίους τοὺς νόμους πορεύσεται , εἰ νῦν μὴ βεβαιώσαντες αὐτοὺς ἔξιθʼ ἅπαντες κοινῇ . πῶς δὲ ταῖς νουμηνίαις εἰς ἀκρόπολιν ἀναβαίνοντες τἀγαθὰ τῇ πόλει διδόναι καὶ ἕκαστος ἑαυτῷ τοῖς θεοῖς εὔξεσθε , ὅταν ὄντος τούτου ἐκεῖ καὶ τοῦ πατρὸς αὐτοῦ τοῦ χρηστοῦ τἀναντία τοῖς ὅρκοις καὶ τοῖς ἐκεῖ γράμμασιν ἐγνωκότες ἦτε ;
25.98
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 25.95 | Dem. 25.98 (English) | >>Dem. 25.101 |